Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.18 Dem. 54.22 (English) >>Dem. 54.24

54.20εἶτʼ ἐν μὲν τοῖς νόμοις οὕτως· ἂν δʼ εἴπῃ Κόνωνἰθύφαλλοί τινές ἐσμεν ἡμεῖς συνειλεγμένοι, καὶ ἐρῶντες οὓς ἂν ἡμῖν δόξῃ παίομεν καὶ ἄγχομεν”, εἶτα γελάσαντες ὑμεῖς ἀφήσετε; οὐκ οἴομαί γε. οὐ γὰρ ἂν γέλως ὑμῶν ἔλαβεν οὐδένα, εἰ παρὼν ἐτύγχανεν ἡνίχʼ εἱλκόμην καὶ ἐξεδυόμην καὶ ὑβριζόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε, ἐξεπεπηδήκει δὲ μετὰ ταῦθʼ μήτηρ, καὶ κραυγὴ καὶ βοὴ τῶν γυναικῶν τοσαύτη παρʼ ἡμῖν ἦν ὡσπερανεὶ τεθνεῶτός τινος, ὥστε τῶν γειτόνων τινὰς πέμψαι πρὸς ἡμᾶς ἐρησομένους τι ἐστὶν τὸ συμβεβηκός. 54.21ὅλως δʼ, ἄνδρες δικασταί, δίκαιον μὲν οὐδενὶ δήπου σκῆψιν οὐδεμίαν τοιαύτην οὐδʼ ἄδειαν ὑπάρχειν παρʼ ὑμῖν, διʼ ἣν ὑβρίζειν ἐξέσται· εἰ δʼ ἄρʼ ἐστίν τῳ, τοῖς διʼ ἡλικίαν τούτων τι πράττουσιν, τούτοις ἀποκεῖσθαι προσήκει τὰς τοιαύτας καταφυγάς, κἀκείνοις οὐκ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλʼ εἰς τὸ τῆς προσηκούσης ἐλάττω. 54.22ὅστις δʼ ἐτῶν μέν ἐστιν πλειόνων πεντήκοντα, παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ τούτοις υἱέσιν, οὐχ ὅπως ἀπέτρεψεν διεκώλυσεν, ἀλλʼ αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγένηται, τίνʼ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην; ἐγὼ μὲν γὰρ οὐδʼ ἀποθανόντʼ οἴομαι. καὶ γὰρ εἰ μηδὲν αὐτὸς εἴργαστο τῶν πεπραγμένων, ἀλλʼ εἰ παρεστηκότος τούτου Κτησίας υἱὸς τούτου ταὔθʼ ἅπερ νυνὶ πεποιηκὼς ἐφαίνετο, τοῦτον ἐμισεῖτʼ ἂν δικαίως.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 54.18 Dem. 54.22 (English) >>Dem. 54.24

Powered by PhiloLogic